Βικιθήκη elwikisource https://el.wikisource.org/wiki/%CE%9A%CF%8D%CF%81%CE%B9%CE%B1_%CE%A3%CE%B5%CE%BB%CE%AF%CE%B4%CE%B1 MediaWiki 1.47.0-wmf.3 first-letter Μέσο Ειδικό Συζήτηση Χρήστης Συζήτηση χρήστη Βικιθήκη Συζήτηση Βικιθήκη Αρχείο Συζήτηση αρχείου MediaWiki Συζήτηση MediaWiki Πρότυπο Συζήτηση προτύπου Βοήθεια Συζήτηση βοήθειας Κατηγορία Συζήτηση κατηγορίας Σελίδα Συζήτηση σελίδας Μεταγραφή Συζήτηση μεταγραφής Συγγραφέας Συζήτηση συγγραφέα Πύλη Συζήτηση πύλης TimedText TimedText talk Module Module talk Event Event talk Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/176 100 51988 166241 165015 2026-05-22T14:12:24Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166241 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow| πνέων ἀωρόνυκτον ἀμβόαμα {{fr|35}} <<< μυχόθεν ἔλακε περὶ φόβῳ, γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων. κριταί <τε> τῶνδ᾽ ὀνειράτων θεόθεν ἔλακον ὑπέγγυοι μέμφεσθαι τοὺς γᾶς {{fr|40}} <<< νέρθεν περιθύμως τοῖς κτανοῦσί τ᾽ ἐγκοτεῖν. τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν, >>> {{Χ-δεξ|στρ. β.}} ἰὼ γαῖα μαῖα, {{fr|45}} <<< μωμένα μ᾽ ἰάλλει δύσθεος γυνά. φοβοῦ- μαι δ᾽ ἔπος τόδ᾽ ἐκβαλεῖν. τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι; ἰὼ πάνοιζυς ἑστία, {{fr|50}} <<< ἰὼ κατασκαφαὶ δόμων. ἀνήλιοι βροτοστυγεῖς δνόφοι καλύπτουσι δόμους δεσποτῶν θανάτοισι. {{fr|55}} <<< σέβας δ᾽ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν >>> {{Χ-δεξ|ἀντ. β.}} δι᾽ ὤτων φρενός τε δαμίας περαῖνον νῦν ἀφίσταται. φοβεῖ- ται δέ τις. τὸ δ᾽ εὐτυχεῖν, {{fr|60}} <<< τόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον. ῥοπὴ δ᾽ ἐπισκοπεῖ δίκας ταχεῖα τοὺς μὲν ἐν φάει, }}<noinclude><references/> 162</noinclude> skbfjwgs10pbnu1f21qfrw4opylmugx Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/178 100 51989 166242 165016 2026-05-22T14:17:19Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166242 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow| τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου μένει χρονίζοντας ἄχη [βρύει], {{fr|65}} <<< τοὺς δ᾽ ἄκραντος ἔχει νύξ. δι᾽ αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ >>> {{Χ-δεξ|στρ. γ.}} τίτας φόνος πέπηγεν οὐ διαrrύδαν. διαλγὴς <δ᾽> ἄτα διαφέρει {{fr|70}} <<< τὸν αἴτιον παναρκέτας νόσου βρύειν. θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων >>> {{Χ-δεξ|ἀντ. γ.}} ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ <προ>βαίνοντες τὸν χερομυσῆ φόνον καθαίροντες ἴθυσαν μάταν. {{fr|75}} <<< ἐμοὶ δ᾽—ἀνάγκαν γὰρ ἀμφίπτολιν >>> {{Χ-δεξ|ἐπῳδ.}} θεοὶ προσήνεγκαν· (ἐκ γὰρ οἴκων πατρῴων δούλιόν <μ᾽> ἐσᾶγον αἶσαν)— δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον {{fr|80}} <<< βίᾳ φρενῶν αἰνέσαι πικρὸν στύγος κρατούσῃ. δακρύω δ᾽ ὑφ᾽ εἱμάτων ματαίοισι δεσποτᾶν τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη. <>{{asc|Ηλεκτρα}} δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες, {{fr|85}} <<< ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι· τί φῶ χέουσα τάσδε κηδείους χοάς; }}<noinclude><references/> 164</noinclude> 9mqmj1wkk9e8pc1jhrotr0a7l2qm8u2 166243 166242 2026-05-22T14:18:00Z EncycloPetey 1862 166243 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow| τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου μένει χρονίζοντας ἄχη [βρύει], {{fr|65}} <<< τοὺς δ᾽ ἄκραντος ἔχει νύξ. δι᾽ αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ >>> {{Χ-δεξ|στρ. γ.}} τίτας φόνος πέπηγεν οὐ διαρρύδαν. διαλγὴς <δ᾽> ἄτα διαφέρει {{fr|70}} <<< τὸν αἴτιον παναρκέτας νόσου βρύειν. θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων >>> {{Χ-δεξ|ἀντ. γ.}} ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ <προ>βαίνοντες τὸν χερομυσῆ φόνον καθαίροντες ἴθυσαν μάταν. {{fr|75}} <<< ἐμοὶ δ᾽—ἀνάγκαν γὰρ ἀμφίπτολιν >>> {{Χ-δεξ|ἐπῳδ.}} θεοὶ προσήνεγκαν· (ἐκ γὰρ οἴκων πατρῴων δούλιόν <μ᾽> ἐσᾶγον αἶσαν)— δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον {{fr|80}} <<< βίᾳ φρενῶν αἰνέσαι πικρὸν στύγος κρατούσῃ. δακρύω δ᾽ ὑφ᾽ εἱμάτων ματαίοισι δεσποτᾶν τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη. <>{{asc|Ηλεκτρα}} δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες, {{fr|85}} <<< ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι· τί φῶ χέουσα τάσδε κηδείους χοάς; }}<noinclude><references/> 164</noinclude> 6q3y45skv2h72650e0134z4mnrz9rxk Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/180 100 52011 166244 165039 2026-05-22T14:23:34Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166244 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=stanza| πῶς εὔφρον᾽ εἴπω, πῶς κατεύξομαι πατρί; πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν {{fr|90}} <<< γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα; τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ, χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός. ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς, ἔσθλ᾽ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε {{fr|95}} <<< στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν; : ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο πατήρ, τάδ᾽ ἐκχέασα, γάποτον χύσιν, στείχω καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν; : {{fr|100}} <<< τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι· κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν. μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός. τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός. {{fr|105}} <<< λέγοις ἄν, εἴ τι τῶνδ᾽ ἔχοις ὑπέρτερον. <>{{asc|Χορος}} αἰδουμένη σοι βωμὸν ὣς τύμβον πατρὸς λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον. <>{{asc|Ηλεκτρα}} λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός. }}<noinclude><references/> 166</noinclude> ec2t9s5fq6p7c9ae5bkv0vpvg7mi27x Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/182 100 52012 166245 165040 2026-05-22T14:26:16Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166245 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=stanza| <>{{asc|Χορος}} φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν. <>{{asc|Ηλεκτρα}} {{fr|110}} <<< τίνας δὲ τούτους τῶν φίλων προσεννέπω; <>{{asc|Χορος}} πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ. <>{{asc|Ηλεκτρα}} ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι τάδε; <>{{asc|Χορος}} αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι. <>{{asc|Ηλεκτρα}} τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῇδε προστιθῶ στάσει; <>{{asc|Χορος}} {{fr|115}} <<< μέμνησ᾽ Ὀρέστου, κεἰ θυραῖός ἐσθ᾽ ὅμως. <>{{asc|Ηλεκτρα}} εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με. <>{{asc|Χορος}} τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη— <>{{asc|Ηλεκτρα}} τί φῶ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη. }}<noinclude><references/> 168</noinclude> j1n6dvth8igqx4unhc7zr0qg8o0y1t3 Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/184 100 52013 166246 165041 2026-05-22T14:30:08Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166246 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=follow| <>{{asc|Χορος}} ἐλθεῖν τιν᾽ αὐτοῖς δαίμον᾽ ἢ βροτῶν τινα— <>{{asc|Ηλεκτρα}} {{fr|120}} <<< πότερα δικαστὴν ἢ δικηφόρον λέγεις; <>{{asc|Χορος}} ἁπλῶς τι φράζουσ᾽, ὅστις ἀνταποκτενεῖ. <>{{asc|Ηλεκτρα}} καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα; <>{{asc|Χορος}} πῶς δ᾽ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς; <>{{asc|Ηλεκτρα}} {{fr|124}} <<< κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω, {{fr|124a}} <<< <ἄρηξον,> Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ {{fr|125}} <<< τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους, καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται, θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει· κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς {{fr|130}} <<< λέγω καλοῦσα πατέρ᾽, “ἐποίκτιρόν τ᾽ ἐμὲ φίλον τ᾽ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις; πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα πρὸς τῆς τεκούσης, ἄνδρα δ᾽ ἀντηλλάξατο Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος. }}<noinclude><references/> 170</noinclude> 8lqnid78cocvnk4r46aq1kvy64774dt Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/186 100 52014 166247 165042 2026-05-22T16:05:01Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166247 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=stanza| {{fr|135}} <<< κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων φεύγων Ὀρέστης ἐστίν, οἱ δ᾽ ὑπερκόπως ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα. ἐλθεῖν δ᾽ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ· {{fr|140}} <<< αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ μητρὸς γενέσθαι χεῖρά τ᾽ εὐσεβεστέραν. : ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ᾽ ἐναντίοις λέγω φανῆναί σου, πάτερ, τιμάορον, καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ. {{fr|145}} <<< ταῦτ᾽ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς, κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν· ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω, σὺν θεοῖσι καὶ Γῇ καὶ Δίκῃ νικηφόρῳ.” : τοιαῖσδ᾽ ἐπ᾽ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς. {{fr|150}} <<< ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος, παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας. <>{{asc|Χορος}} ἵετε δάκρυ καναχὲς ὀλόμενον ὀλομένῳ δεσπότᾳ πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τ᾽ {{fr|155}} <<< ἀπότροπον ἄγος ἀπεύχετον κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέ- βας ὦ δέσποτ᾽, ἐξ ἀμαυρᾶς φρενός. }}<noinclude><references/> 172</noinclude> r1p3nvxyhug142wta8n8f7oqlt6tkb8 Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/188 100 52015 166248 165043 2026-05-22T16:08:06Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166248 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=stanza| ὀτοτοτοτοτοτοτοῖ, ἴτω τις δορυ- {{fr|160}} <<< σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων, Σκυθικά τ᾽ ἐν χεροῖν παλίντον᾽ ἐν ἔργῳ βέλη ᾽πιπάλλων Ἄρης σχέδιά τ᾽ αὐτόκωπα νωμῶν ξίφη. <>{{asc|Ηλεκτρα}} ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ· {{fr|165}} <<< νέου δὲ μύθου τοῦδε κοινωνήσατε. <>{{asc|Χορος}} λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ. <>{{asc|Ηλεκτρα}} ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ. <>{{asc|Χορος}} τίνος ποτ᾽ ἀνδρός, ἢ βαθυζώνου κόρης; <>{{asc|Ηλεκτρα}} {{fr|170}} <<< εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι. <>{{asc|Χορος}} πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω. <>{{asc|Ηλεκτρα}} οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν. }}<noinclude><references/> 174</noinclude> 0zl58o3vrspskzbtaa2dqqhqp9glv9u Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/190 100 52016 166249 165044 2026-05-22T16:10:30Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166249 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=stanza| <>{{asc|Χορος}} ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί. <>{{asc|Ηλεκτρα}} καὶ μὴν ὅδ᾽ ἐστὶ κάρτ᾽ ἰδεῖν ὁμόπτερος— <>{{asc|Χορος}} {{fr|175}} <<< ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν. <>{{asc|Ηλεκτρα}} αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν. <>{{asc|Χορος}} μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε; <>{{asc|Ηλεκτρα}} μάλιστ᾽ ἐκείνου βοστρύχοις προσείδεται. <>{{asc|Χορος}} καὶ πῶς ἐκεῖνος δεῦρ᾽ ἐτόλμησεν μολεῖν; <>{{asc|Ηλεκτρα}} {{fr|180}} <<< ἔπεμψε χαίτην κουρίμην χάριν πατρός. <>{{asc|Χορος}} οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε, εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί. }}<noinclude><references/> 176</noinclude> r58xg9skanebro79qgt9p6ssc3zbufb Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/192 100 52017 166250 165045 2026-05-22T16:20:59Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166250 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=stanza| <>{{asc|Ηλεκτρα}} κἀμοὶ προσέστη καρδίας κλυδώνιον χολῆς, ἐπαίσθην δ᾽ ὡς διανταίῳ βέλει· {{fr|185}} <<< ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος, πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω ἀστῶν τιν᾽ ἄλλον τῆσδε δεσπόζειν φόβης; ἀλλ᾽ οὐδὲ μήν νιν ἡ κτανοῦσ᾽ ἐκείρατο, {{fr|190}} <<< ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον φρόνημα παισὶ δύσθεον πεπαμένη. ἐγὼ δ᾽ ὅπως μὲν ἄντικρυς τάδ᾽ αἰνέσω, εἶναι τόδ᾽ ἀγλάισμά μοι τοῦ φιλτάτου βροτῶν Ὀρέστου—σαίνομαι δ᾽ ὑπ᾽ ἐλπίδος. φεῦ. {{fr|195}} <<< εἴθ᾽ εἶχε φωνὴν εὔφρον᾽ ἀγγέλου δίκην, ὅπως δίφροντις οὖσα μὴ ᾽κινυσσόμην, ἀλλ᾽ εὖ ᾽σαφήνει τόνδ᾽ ἀποπτύσαι πλόκον, εἴπερ γ᾽ ἀπ᾽ ἐχθροῦ κρατὸς ἦν τετμημένος, ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ {{fr|200}} <<< ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός. : ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα, οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην στροβούμεθ᾽· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας, σμικροῦ γένοιτ᾽ ἂν σπέρματος μέγας πυθμήν. : {{fr|205}} <<< καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον, ποδῶν ὅμοιοι τοῖς τ᾽ ἐμοῖσιν ἐμφερεῖς— καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν, αὐτοῦ τ᾽ ἐκείνου καὶ συνεμπόρου τινός. πτέρναι τενόντων θ᾽ ὑπογραφαὶ μετρούμεναι {{fr|210}} <<< εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις. πάρεστι δ᾽ ὠδὶς καὶ φρενῶν καταφθορά. }}<noinclude><references/> 178</noinclude> 5ynh6isxsh7m2vwry1qt9nb82md1mjc Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/194 100 52018 166251 165046 2026-05-22T16:23:43Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166251 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=stanza| <>{{asc|Ορεστης}} εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς. <>{{asc|Ηλεκτρα}} ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ; <>{{asc|Ορεστης}} {{fr|215}} <<< εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι. <>{{asc|Ηλεκτρα}} καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν; <>{{asc|Ορεστης}} σύνοιδ᾽ Ὀρέστην πολλά σ᾽ ἐκπαγλουμένην. <>{{asc|Ηλεκτρα}} καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων; <>{{asc|Ορεστης}} ὅδ᾽ εἰμί· μὴ μάτευ᾽ ἐμοῦ μᾶλλον φίλον. <>{{asc|Ηλεκτρα}} {{fr|220}} <<< ἀλλ᾽ ἦ δόλον τιν᾽, ὦ ξέν᾽, ἀμφί μοι πλέκεις; <>{{asc|Ορεστης}} αὐτὸς καθ᾽ αὑτοῦ τἄρα μηχανορραφῶ. }}<noinclude><references/> 180</noinclude> gqzmif0td8xlbqfjhc0k537hvvgv4q2