Βικιθήκη elwikisource https://el.wikisource.org/wiki/%CE%9A%CF%8D%CF%81%CE%B9%CE%B1_%CE%A3%CE%B5%CE%BB%CE%AF%CE%B4%CE%B1 MediaWiki 1.47.0-wmf.4 first-letter Μέσο Ειδικό Συζήτηση Χρήστης Συζήτηση χρήστη Βικιθήκη Συζήτηση Βικιθήκη Αρχείο Συζήτηση αρχείου MediaWiki Συζήτηση MediaWiki Πρότυπο Συζήτηση προτύπου Βοήθεια Συζήτηση βοήθειας Κατηγορία Συζήτηση κατηγορίας Σελίδα Συζήτηση σελίδας Μεταγραφή Συζήτηση μεταγραφής Συγγραφέας Συζήτηση συγγραφέα Πύλη Συζήτηση πύλης TimedText TimedText talk Module Module talk Event Event talk Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/236 100 52061 166295 165164 2026-05-28T17:35:45Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166295 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow| λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς {{fr|645}} <<< σέβας παρεκβάντος οὐ θεμιστῶς. Δίκας δ᾽ ἐρείδεται πυθμήν· >>> {{Χ-δεξ|ἀντ. δ.}} προχαλκεύει δ᾽ Αἶσα φασγανουργός· τέκνον δ᾽ ἐπεισφέρει δόμοισιν {{fr|640}} <<< αἱμάτων παλαιτέρων τίνειν μύσος χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς. <>{{asc|Ορεστης}} παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον. τίς ἔνδον, ὦ παῖ, παῖ, μάλ᾽ αὖθις, ἐν δόμοις; {{fr|655}} <<< τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ, εἴπερ φιλόξεν᾽ ἐστὶν Αἰγίσθου διαί. <>{{asc|Οικετης}} εἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν; <>{{asc|Ορεστης}} ἄγγελλε τοῖσι κυρίοισι δωμάτων, πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους. {{fr|660}} <<< τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται σκοτεινόν, ὥρα δ᾽ ἐμπόρους καθιέναι ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων. ἐξελθέτω τις δωμάτων τελεσφόρος γυνὴ τόπαρχος, ἄνδρα δ᾽ εὐπρεπέστερον· }}<noinclude><references/> 222</noinclude> gz7bms2x66f0m9ux1gtcwtef3f9q5d8 Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/238 100 52062 166296 165165 2026-05-28T17:43:21Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166296 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow| {{fr|665}} <<< αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ. <>{{asc|Κλυταιμηστρα}} ξένοι, λέγοιτ᾽ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ ὁποῖάπερ δόμοισι τοῖσδ᾽ ἐπεικότα, {{fr|670}} <<< καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία στρωμνή, δικαίων τ᾽ ὀμμάτων παρουσία. εἰ δ᾽ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον, ἀνδρῶν τόδ᾽ ἐστὶν ἔργον, οἷς κοινώσομεν. <>{{asc|Ορεστης}} ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων· {{fr|675}} <<< στείχοντα δ᾽ αὐτόφορτον οἰκείᾳ σαγῇ εἰς Ἄργος, ὥσπερ δεῦρ᾽ ἀπεζύγην πόδα, ἀγνὼς πρὸς ἀγνῶτ᾽ εἶπε συμβαλὼν ἀνήρ, ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν, Στρόφιος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ· {{fr|680}} <<< “ἐπείπερ ἄλλως, ὦ ξέν᾽, εἰς Ἄργος κίεις, πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος τεθνεῶτ᾽ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ. εἴτ᾽ οὖν κομίζειν δόξα νικήσει φίλων, εἴτ᾽ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον, {{fr|685}} <<< θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν. νῦν γὰρ λέβητος χαλκέου πλευρώματα σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.” τοσαῦτ᾽ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω }}<noinclude><references/> 224</noinclude> ejp8i4mgl2f6gmf4ia7otk461elihkx Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/240 100 52063 166297 165166 2026-05-28T17:47:18Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166297 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow| τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων {{fr|690}} <<< οὐκ οἶδα, τὸν τεκόντα δ᾽ εἰκὸς εἰδέναι. <>{{asc|Κλυταιμηστρα}} οἲ ᾽γώ, κατ᾽ ἄκρας εἶπας ὡς πορθούμεθα. ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά, ὡς πόλλ᾽ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη, {{fr|695}} <<< φίλων ἀποψιλοῖς με τὴν παναθλίαν. καὶ νῦν Ὀρέστης—ἦν γὰρ εὐβούλως ἔχων, ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,— νῦν δ᾽ ἥπερ ἐν δόμοισι βακχείας καλῆς ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε. <>{{asc|Ορεστης}} {{fr|700}} <<< ἐγὼ μὲν οὖν ξένοισιν ὧδ᾽ εὐδαίμοσιν κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ ξένου ξένοισίν ἐστιν εὐμενέστερον; πρὸς δυσσεβείας <δ᾽> ἦν ἐμοὶ τόδ᾽ ἐν φρεσίν, {{fr|705}} <<< τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις, καταινέσαντα καὶ κατεξενωμένον. <>{{asc|Κλυταιμηστρα}} οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν, }}<noinclude><references/> 226</noinclude> ki30fa5w20jxgl9u27nsx309vxpeof0 Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/242 100 52064 166298 165167 2026-05-28T17:54:13Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166298 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=stanza| οὐδ᾽ ἧσσον ἂν γένοιο δώμασιν φίλος. ἄλλος δ᾽ ὁμοίως ἦλθεν ἂν τάδ᾽ ἀγγελῶν. {{fr|710}} <<< ἀλλ᾽ ἔσθ᾽ ὁ καιρὸς ἡμερεύοντας ξένους μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα. ἄγ᾽ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων, ὀπισθόπους τε τούσδε καὶ ξυνέμπορον· κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα. {{fr|715}} <<< αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε. ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων κοινώσομέν τε κοὐ σπανίζοντες φίλων βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι. <>{{asc|Χορος}} εἶεν, φίλιαι δμωίδες οἴκων, {{fr|720}} <<< πότε δὴ στομάτων : δείξομεν ἰσχὺν ἐπ᾽ Ὀρέστῃ; ὦ πότνια χθὼν καὶ πότνι᾽ ἀκτὴ χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ σώματι κεῖσαι τῷ βασιλείῳ, {{fr|725}} <<< νῦν ἐπάκουσον, νῦν ἐπάρηξον· νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν ξυγκαταβῆναι, χθόνιον δ᾽ Ἑρμῆν καὶ τὸν νύχιον τοῖσδ᾽ ἐφοδεῦσαι : ξιφοδηλήτοισιν ἀγῶσιν. {{fr|730}} <<< ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν· τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην. ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας, λύπη δ᾽ ἄμισθός ἐστί σοι ξυνέμπορος; }}<noinclude><references/> 228</noinclude> cogcivklxejowbj342dhpsi2q8u61g5 Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/244 100 52065 166299 165168 2026-05-28T18:01:29Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166299 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=follow| <>{{asc|Τροφος}} Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν {{fr|735}} <<< ὅπως τάχιστ᾽ ἄνωγεν, ὡς σαφέστερον ἀνὴρ ἀπ᾽ ἀνδρὸς τὴν νεάγγελτον φάτιν ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς {{fr|740}} <<< κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν, φήμης ὕφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς. ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον, εὖτ᾽ ἂν πύθηται μῦθον. ὦ τάλαιν᾽ ἐγώ· ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα {{fr|745}} <<< ἄλγη δύσοιστα τοῖσδ᾽ ἐν Ἀτρέως δόμοις τυχόντ᾽ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα. ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἀνεσχόμην· τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά· φίλον δ᾽ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν, {{fr|750}} <<< ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,— κἀκ νυκτιπλάγκτων ὀρθίων κελευμάτων καὶ πολλὰ καὶ μοχθήρ᾽ ἀνωφέλητ᾽ ἐμοὶ τλάσῃ·—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός· {{fr|755}} <<< οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ὢν ἐν σπαργάνοις, εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων. τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι, ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια, {{fr|760}} <<< γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος. ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας ἔχουσ᾽ Ὀρέστην ἐξεδεξάμην πατρί· τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι. }}<noinclude><references/> 230</noinclude> 4b600xzts4omvy1g1tchgubrm8erjee Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/246 100 52066 166300 165169 2026-05-28T18:54:14Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166300 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=stanza| στείχω δ᾽ ἐπ᾽ ἄνδρα τῶνδε λυμαντήριον {{fr|765}} <<< οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον. <>{{asc|Χορος}} πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον; <>{{asc|Τροφος}} ἦ πῶς; λέγ᾽ αὖθις, ὡς μάθω σαφέστερον. <>{{asc|Χορος}} εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ. <>{{asc|Τροφος}} ἄγειν κελεύει δορυφόρους ὀπάονας. <>{{asc|Χορος}} {{fr|770}} <<< μή νυν σὺ ταῦτ᾽ ἄγγελλε δεσπότου στύγει· ἀλλ᾽ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ, ἄνωχθ᾽ ὅσον τάχιστα γηθούσῃ φρενί. ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος. <>{{asc|Τροφος}} ἀλλ᾽ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις; <>{{asc|Χορος}} {{fr|775}} <<< ἀλλ᾽ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ. }}<noinclude><references/> 232</noinclude> 78trlu7vsrxl42zrrsv2iy9d6nlgrbf Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/248 100 52067 166301 165171 2026-05-28T18:57:59Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166301 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=stanza| <>{{asc|Τροφος}} καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων. <>{{asc|Χορος}} οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε. <>{{asc|Τροφος}} τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα; <>{{asc|Χορος}} ἄγγελλ᾽ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα. {{fr|780}} <<< μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι. <>{{asc|Τροφος}} ἀλλ᾽ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις. γένοιτο δ᾽ ὡς ἄριστα σὺν θεῶν δόσει. <>{{asc|Χορος}} νῦν παραιτουμένᾳ μοι, πάτερ >>> {{Χ-δεξ|στρ. α.}} Ζεῦ θεῶν Ὀλυμπίων, {{fr|785}} <<< δὸς τύχας τυχεῖν δόμου κυρίως τὰ σώφρον᾽ εὖ μαιομένοις ἰδεῖν. διὰ δίκας πᾶν ἔπος ἔλακον· <ὦ> Ζεῦ, σύ νιν φυλάσσοις. ἓ ἕ, πρὸ δὲ δὴ ᾽χθρῶν >>> {{Χ-δεξ|ἐφ. α.}} {{fr|790}} <<< τὸν ἔσωθεν μελάθρων, Ζεῦ, θές, ἐπεί νιν μέγαν ἄρας, δίδυμα καὶ τριπλᾶ παλίμποινα θέλων ἀμείψει. }}<noinclude><references/> 234</noinclude> dwj2i0f7q9950dd6hepnkrkmw3p87ko Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/250 100 52071 166302 165176 2026-05-28T19:02:15Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166302 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=stanza| ἴσθι δ᾽ ἀνδρὸς φίλου πῶλον εὖ- >>> {{Χ-δεξ|ἀντ. α.}} {{fr|795}} <<< νιν ζυγέντ᾽ ἐν ἅρμασιν πημάτων. <σὺ δ᾽> ἐν δρόμῳ προστιθεὶς μέτρον κτίσον σῳζόμενον ῥυθμὸν τοῦτ᾽ ἰδεῖν διὰ πέδον ἀνομένων βημάτων ὄρεγμα; {{fr|800}} <<< οἵ τ᾽ ἔσω δωμάτων >>> {{Χ-δεξ|στρ. β.}} πλουτογαθῆ μυχὸν νομίζετε, κλῦτε, σύμφρονες θεοί· [ἄγετε] τῶν πάλαι πεπραγμένων λύσασθ᾽ αἷμα προσφάτοις δίκαις. {{fr|805}} <<< γέρων φόνος μηκέτ᾽ ἐν δόμοις τέκοι. τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων >>> {{Χ-δεξ|ἐφ. β.}} στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός, καί νιν ἐλευθερίας <φῶς> λαμπρὸν ἰδεῖν φιλίοις {{fr|810}} <<< ὄμμασιν <ἐκ> δνοφερᾶς καλύπτρας. ξυλλάβοι δ᾽ ἐνδίκως >>> {{Χ-δεξ|ἀντ. β.}} παῖς ὁ Μαίας, ἐπεὶ φορώτατος πρᾶξιν οὐρίαν θέλων· {{fr|815}} <<< [πολλὰ δ᾽ ἄλλα φανεῖ χρηίζων κρυπτά]. ἄσκοπον δ᾽ ἔπος λέγων νύκτα πρό τ᾽ ὀμμάτων σκότον φέρει, καθ᾽ ἡμέραν δ᾽ οὐδὲν ἐμφανέστερος. }}<noinclude><references/> 236</noinclude> f8uwvp65omkiktb4gk42h17e3p4g6od Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/252 100 52072 166303 165213 2026-05-28T19:08:23Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166303 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=follow| καὶ τότ᾽ ἤδη κλυτὸν >>> {{Χ-δεξ|στρ. γ.}} {{fr|820}} <<< δωμάτων λυτήριον, θῆλυν οὐριοστάταν οὐδὲ κρεκτὸν γοα- τὰν νόμον μεθήσομεν. “πόλει τάδ᾽ εὖ· {{fr|825}} <<< ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδ᾽· ἄ- τα δ᾽ ἀποστατεῖ φίλων.” σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων, >>> {{Χ-δεξ|ἐφ. γ.}} ἐπαΰσας Πατρὸς αὐδὰν θροούσᾳ [πρὸς σὲ] Τέκνον [πατρὸς αὐδὰν] {{fr|830}} <<< [καὶ] πέραιν᾽ ἀνεπίμομφον ἄταν. Περσέως τ᾽ ἐν φρεσὶν >>> {{Χ-δεξ|ἀντ. γ.}} καρδίαν ἀνασχεθών, τοῖς θ᾽ ὑπὸ χθονὸς φίλοις, τοῖς τ᾽ ἄνωθεν πρόπρασσων {{fr|835}} <<< χάριτας ὀργᾶς λυγρᾶς, ἔνδοθεν φοινίαν ἄταν τίθει, τὸν αἴτιον δ᾽ ἐξαπολλύων μόρου. <>{{asc|Αιγισθος}} ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος· νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς {{fr|840}} <<< ξένους μολόντας οὐδαμῶς ἐφίμερον, μόρον δ᾽ Ὀρέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις γένοιτ᾽ ἂν ἄχθος δειματοσταγὲς φόνῳ τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις. πῶς ταῦτ᾽ ἀληθῆ καὶ βλέποντα δοξάσω; }}<noinclude><references/> 238</noinclude> 65ao9oyaco6hvv392gzc5w66plshhwz Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/254 100 52073 166304 165178 2026-05-28T19:16:23Z EncycloPetey 1862 /* Έχει γίνει τυπογραφικός έλεγχος */ 166304 proofread-page text/x-wiki <noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=stanza| {{fr|845}} <<< ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην; τί τῶνδ᾽ ἂν εἴποις ὥστε δηλῶσαι φρενί; <>{{asc|Χορος}} ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος {{fr|850}} <<< ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα. <>{{asc|Αιγισθος}} ἰδεῖν ἐλέγξαι τ᾽ αὖ θέλω τὸν ἄγγελον, εἴτ᾽ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών, εἴτ᾽ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών. οὔτοι φρέν᾽ ἂν κλέψειεν ὠμματωμένην. <>{{asc|Χορος}} {{fr|855}} <<< Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι τάδ᾽ ἐπευχομένη κἀπιθεάζουσ᾽, ὑπὸ δ᾽ εὐνοίας : πῶς ἴσον εἰποῦσ᾽ ἀνύσωμαι; νῦν γὰρ μέλλουσι μιανθεῖσαι {{fr|860}} <<< πειραὶ κοπάνων ἀνδροδαΐκτων ἢ πάνυ θήσειν Ἀγαμεμνονίων : οἴκων ὄλεθρον διὰ παντός, ἢ πῦρ καὶ φῶς ἐπ᾽ ἐλευθερίᾳ δαίων ἀρχάς τε πολισσονόμους : {{fr|865}} <<< πατέρων <θ᾽> ἕξει μέγαν ὄλβον. τοιάνδε πάλην μόνος ὢν ἔφεδρος δισσοῖς μέλλει θεῖος Ὀρέστης : ἅψειν. εἴη δ᾽ ἐπὶ νίκῃ. }}<noinclude><references/> 240</noinclude> t1niajpznrx7e53e3chamt9yk4gecqi